Κύριος ποιμαίνει με καὶ οὐδέν με ὑστερήσει. 2 εἰς τόπον
χλόης ἐκεῖ με κατεσκήνωσεν, ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με, 3 τὴν ψυχήν μου
ἐπέστρεψεν.
ὡδήγησέ με ἐπὶ τρίβους δικαιοσύνης ἕνεκεν τοῦ ὀνόματος
αὐτοῦ. 4 ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακά, ὅτι σὺ
μετ' ἐμοῦ εἶ· ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὐταί με παρεκάλεσαν. 5
ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξ ἐναντίας τῶν θλιβόντων με· ἐλίπανας ἐν ἐλαίῳ
τὴν κεφαλήν μου, καὶ τὸ ποτήριόν σου μεθύσκον με ὡσεὶ κράτιστον. 6 καὶ τὸ ἔλεός
σου καταδιώξει με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, καὶ τὸ κατοικεῖν με ἐν οἴκῳ
Κυρίου εἰς μακρότητα ἡμερῶν.
The Lord is my shepherd; I shall not want.
He makes me to lie down in green pastures; he leads me
beside the still waters.
He restores my soul; he leads me in the paths of righteousness
for his name's sake.
Yea, though I walk through the valley of the shadow of
death, I will fear no evil;
for you are with me; your rod and your staff, they comfort
me.
You prepare a table before me in the presence of my enemies;
you anoint my head with oil; my cup runs over.
Surely goodness and mercy shall follow me all the days of my
life;
and I will dwell in the house of the Lord forever.
Chanted by:The Monks of Simonopetra Monastery
Album: Psaltirion Terpnon
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου